Τετάρτη, 10 Φεβρουαρίου 2016

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ... ΠΟΙΑ ΑΡΧΑΙΑ;

Επειδή πολύς ντόρος γίνεται με τα αρχαία και τα νέα Ελληνικά... Ότι οι Έλληνες είναι εντελώς ξεκομμένοι σήμερα... Μιλούν άλλη γλώσσα... Δεν έχουν καμιά σχέση με τα αρχαία Ελληνικά... Άλλες χίλιες-μύριες ανοησίες, παπαριές... Βρήκα, και σας παραθέτω κάτωθι, τα κείμενα-επιστολές της Θεανούς, φιλοσόφου, η οποία έζησε (και έγραψε φυσικά), τον 6ον αιώνα προ της γεννήσεως του Χριστού, για να ακονίστε λίγο το μυαλό σας, σχετικά, αν ξέρετε φυσικά, και δυο κλούτσες γράμματα, όχι αυτά που σας μαθαίνουν ή σας έμαθαν οι νέο "καθηγητές" του Πασόκ, της ΝΔ, του Σύριζα, και του ΚΚΕ, αλλά αυτά που μάθαιναν σε μας, οι δικοί μας καθηγηταί (με "αι" το "ε"), στην Γ' Γυμνασίου παρακαλώ, και όχι στο Λύκειο!
Έχουμε και λέμε, λοιπόν: 
Θεανὼ λέγεται πρώτη τῶν γυναικῶν φιλοσοφῆσαι καὶ ἄκμασαι περὶ τὸ ἔτος 600 πρὸ Χριστοῦ. ἄλλοι δὲ γράφουσι ταύτην τὸ γένος Κρονωνιᾶτιν γενέσθαι καὶ οὐ μαθητρίαν μόνον ἀλλὰ καὶ γαμετὴν τοῦ φιλοσόφου Πυθαγόρου. τινὲς εἰς Θεανὼ ἀναφέρουσι «ὑπομνήματα φιλόσοφα» καὶ «ἀποφθέγματα Πυθαγορείων».

1. Θεανὼ Εὐβούληι χαίρειν.
[1]

Ἀκούω σε τὰ παιδία τρυφερῶς ἄγειν· ἔστι δὲ ἀγαθῆς μητρὸς οὐχ ἡ πρὸς ἡδονὴν ἐπιμέλεια τῶν παίδων, ἀλλ' ἡ πρὸς τὸ σῶφρον ἀγωγή. βλέπε οὖν μὴ οὐ φιλούσης ἀλλὰ κολακευούσης ἔργον ποιήσηις· συντρεφομένη γὰρ ἡδονὴ παισὶν ἀκολάστους ποιεῖ. τί γὰρ ἥδιον νέοις συνήθους ἡδονῆς; χρὴ οὖν, ὦ φίλη, τὴν τροφὴν τῶν παίδων μὴ διαστροφὴν ἔχειν. ἡ δὲ τρυφὴ διαστροφὴ τῆς φύσεώς ἐστιν ὅταν φιλήδονοι μὲν ταῖς ψυχαῖς, ἡδυπαθεῖς δὲ τοῖς σώμασι γένωνται, καὶ ταῖς μὲν φυγοπόνοι, τοῖς δὲ μαλακώτεροι.

[2] δεῖ δὲ καὶ πρὸς τὰ φοβερὰ γυμνάζειν τὰ τρεφόμενα, κἂν λυπηθῆναι κἂν πονῆσαι δέοι, ἵνα μὴ τῶν παθῶν ἦι δοῦλα τούτων καὶ περὶ τὰς ἡδονὰς λίχνα καὶ περὶ τοὺς πόνους ὀκνηρά, ἀλλ' ἵνα τὰ καλὰ πρὸ πάντων τιμῶσιν, ὧν μὲν ἀπεχόμενοι, τοῖς δὲ ἐμμένοντες. οὐδὲ πλησμονικὰ μὲν ταῖς τροφαῖς, πολυτελῆ δὲ ταῖς ἡδοναῖς, ἀκόλαστα δὲ ταῖς ἀνέδην παιδιαῖς αὐτὰ ποιεῖν, καὶ πᾶν μὲν λέγειν πᾶν δ' ἐπιτηδεύειν ἐᾶσαι, ἔτι δὲ φοβουμένην μέν, ἢν κλάηι, φιλοτιμουμένην δέ, ἢν γελᾶι, κἂν τὴν τροφὸν παίηι κἄν σε κακῶς εἴπηι γελῶσαν, καὶ τοῦ μὲν θέρους ψῦχος, τοῦ δὲ χειμῶνος καῦμα παρέχουσαν καὶ πολλὴν χλιδήν· ὧν οἱ πενιχροί γε παῖδες οὐδενὸς πειρῶνται, καὶ τρέφονται μὲν ῥᾶιον, αὔξονται δὲ οὐχ ἧσσον, διάκεινται δὲ παρὰ πολὺ κρεῖσσον.

[3]

σὺ δ' οἷον Σαρδαναπάλλου γονὴν τιθηνῆι τὰ τέκνα, τὴν τῶν ἀρρένων φύσιν θρύπτουσα ταῖς ἡδοναῖς. τί γὰρ ἂν ποιήσειέ τις παιδίον, ὃ ἂν μὴ τάχιον φάγηι κλάει, κἂν ἐσθίηι, τὰ τερπνὰ τῶν ὄψων ζητεῖ, κἂν καῦμα ἦι, παρίεται, κἂν ψῦχος πτωματίζει, κἂν ἐπιτιμᾶι τις, ἀντιμάχεται, κἂν μὴ πρὸς ἡδονὴν ὑπηρετῆι, λυπεῖται, κἂν μὴ μασᾶται δυσκολαίνει, καὶ κακοσχολεῖ πρὸς ἡδονὴν καὶ βατταλίζεται περιαγόμενον; [4] ἐπιμελῶς δή, ὦ φίλη, εἰδυῖα ὅτι τὰ σπαταλῶντα τῶν παιδίων, ὅταν ἀκμάσηι πρὸς ἄνδρας, ἀνδράποδα γίνεται, τὰς τοιαύτας ἡδονὰς ἀφαίρει, καὶ τὴν τροφὴν αὐστηράν, μὴ τρυφερὰν οὕτω ποιοῦσα καὶ ἐῶσα καὶ λιμὸν καὶ δίψος ἐνεγκεῖν, ἔτι δὲ καὶ ψῦχος καὶ θάλπος καὶ αἰδῶ τὴν ἀπὸ τῶν συνηλίκων ἢ τῶν ἐπιστατῶν· οὕτω γὰρ καὶ γεννικὰ εἶναι συμβαίνει αὐτὰ ψυχὴν ἀνατεινόμενα ἢ ἐπιτεινόμενα. οἱ γὰρ πόνοι, φίλη, προϋποστυφαί τινες τοῖς παισίν εἰσι τελειωθησομένης ἀρετῆς, αἷς ἐμβαφέντες ἀποχρώντως τὴν τῆς ἀρετῆς βαφὴν οἰκειότερον φέρουσι. βλέπε οὖν, φίλη, μή, καθάπερ τῶν ἀμπέλων αἱ κακοτροφούμεναι τὸν καρπὸν ἐλλείπουσι, καὶ ὑπὸ τῆς τρυφῆς οἱ παῖδες ὕβρεως καὶ πολλῆς ἀχρειότητος κακίαν γεννήσωσιν. ἔρρωσο.



2. Θεανὼ Νικοστράτηι χαίρειν.

[1]

Ἤκουον τὴν τοῦ ἀνδρός σου παράνοιαν, ὅτι τὴν ἑταίραν ἔχει, σὺ δὲ ὅτι ζηλοτυπεῖς αὐτόν. ἐγὼ δέ, ὦ φίλη, πολλοὺς ἔγνωκα τῆς αὐτῆς νόσου· θηρεύονται γὰρ ὡς ἔοικεν ὑπὸ τῶν γυναικῶν τούτων καὶ κατέχονται καὶ οὐκ ἔχουσι νοῦν. σὺ δὲ ἄθυμος εἶ καὶ νύκτα καὶ μεθ' ἡμέραν καὶ ἀδημονεῖς καὶ μηχανᾶι τι κατ' αὐτοῦ. μὴ σύ γε, ὦ φίλη· γαμετῆς γὰρ ἀρετή ἐστιν οὐχ ἡ παρατήρησις τἀνδρός, ἀλλ' ἡ συμπεριφορά· συμπεριφορὰ δέ ἐστι τὸ φέρειν ἄνοιαν. εἶθ' ἑταίραι μὲν πρὸς ἡδονὴν ὁμιλεῖ, γαμετῆι δὲ πρὸς τὸ συμφέρον· συμφέρον δὲ κακοῖς κακὰ μὴ μίσγειν, μηδὲ παρανοίαι παράνοιαν ἐπάγειν.

[2] ἔνια δὲ ἁμαρτήματα, φίλη, ἐλεγχόμενα μὲν ἐπὶ πλέον ἀνερεθίζεται, σιωπώμενα δὲ παύεται μᾶλλον, ὡς τὸ πῦρ ἡσυχίαι φασὶ σβέννυσθαι. καὶ γὰρ βουλόμενόν σε λεληθέναι δοκεῖν ἐλέγχουσα ἀφαιρήσεις τὸ παρακάλυμμα τοῦ πάθους, καὶ φανερῶς ἁμαρτήσεται. σὺ δὲ τὴν φιλίαν ἡγῆι τοῦ ἀνδρὸς οὐκ ἐν τῆι καλοκαγαθίαι· τοῦτο γὰρ ἡ χάρις τῆς κοινωνίας. νόμιζε οὖν πρὸς μὲν τὴν ἑταίραν ῥαιθυμήσοντα πορεύεσθαι ἐκεῖνον, σοὶ δὲ συμβιώσοντα παρεῖναι, καὶ σὲ μὲν φιλεῖν κατὰ γνώμην, ἐκείνην δὲ τῶι πάθει.

[3] βραχὺς δὲ ὁ τούτου καιρός· ἅμα γάρ ποτε ἔχει καὶ κόρον, καὶ παρίσταται ταχὺ καὶ παύεται. ὀλιγοχρόνιος γὰρ ὁ καιρός ἐστι πρὸς ἑταίραν ἀνδρὶ μὴ σφόδρα κακῶι· τί γάρ ἐστι ματαιότερον ἐπιθυμίας ἀπολαυούσης ἀδίκου; διὸ καὶ μειῶν τὸν βίον καὶ διαβάλλων τὸ εὔσχημον αἰσθήσεταί ποτε· οὐδεὶς γὰρ ἐπιμένει φρονῶν αὐθαιρέτωι βλάβηι. καλούμενος οὖν ὑπὸ τῶν πρός σε δικαίων καὶ τὰς περὶ τὸν βίον ἐλαττώσεις ὁρῶν [αἰσθήσεταί ποτέ σου] καὶ τὴν ἀπὸ τῆς καταγνώσεως ὕβριν οὐ φέρων ταχὺ μεταγνώσεται.

[4]

σὺ δέ, φίλη, ζῆθι οὐχ ἑταίραις ἀποκρινομένη, τῆι μὲν εὐταξίαι πρὸς τὸν ἄνδρα διαφέρουσα, τῆι δὲ ἐπιμελείαι πρὸς τὸν οἶκον, τῆι δὲ συναλλαγῆι περὶ τὰς χρωμένας, τῆι δὲ φιλοστοργίαι περὶ τὰ τέκνα. οὐ ζηλοτυπητέον οὖν σοι πρὸς ἐκείνην (πρὸς γὰρ τὰς ἐναρέτους ἐκτείνειν τὸν ζῆλον καλόν), ἑαυτὴν δὲ παρεκτέον ἐπιτηδείαν ταῖς διαλλαγαῖς· τὰ γὰρ καλὰ ἤθη καὶ παρ' ἐχθροῖς εὔνοιαν φέρει, φίλη, καὶ μόνης καλοκαγαθίας ἔργον ἐστὶν ἡ τιμή, ταύτηι δὲ καὶ δυνατὸν ἀνδρὸς ἐξουσίαν καθυπερέχειν γυναικί, καὶ τιμᾶσθαι πλέον ἢ θεραπεύειν τὸν ἐχθρόν.

[5] κατηρτυμένος οὖν ὑπὸ σοῦ μᾶλλον αἰσχύνεται, τάχιον δὲ διαλλαγῆναι θελήσει, προσπαθέστερον δὲ φιλοστοργήσει συνεγνωκὼς τὴν ἀδικίαν τὴν εἰς σέ, κατανοῶν τε τὴν προσοχὴν ἐπὶ τοῦ βίου καὶ πεῖραν τῆς στοργῆς λαμβάνων τῆς πρὸς αὑτόν. ὥσπερ δὲ αἱ κακοπάθειαι τοῦ σώματος ἡδίους τὰς ἀναπαύσεις ποιοῦσιν, οὕτως αἱ διαφοραὶ τῶν φίλων οἰκειοτέρας τὰς διαλλαγὰς φέρουσι.

[6] σὺ δὲ καὶ τὰ βουλεύματα τοῦ πάθους ἀντίθες. νοσοῦντος γὰρ ἐκείνου καὶ σὲ παρακαλεῖ νοσεῖν ταῖς λύπαις, καὶ ἁμαρτάνοντος περὶ τὸ εὔσχημον καὶ σὲ περὶ τὸν κόσμον ἁμαρτάνειν, καὶ καταβλάπτοντος τὸν βίον καὶ σὲ καταβλάπτειν τὸ συμφέρον. ἀφ' ὧν ἐπ' αὐτὸν συντετάχθαι δόξεις καὶ κολαζομένη ἐκεῖνον καὶ σεαυτὴν κολάζειν. εἰ γὰρ καὶ ἀφεμένη πορεύσηι, ἑτέρου ἄρα πειραθήσηι ἀνδρὸς τοῦ προτέρου ἀπαλλαγεῖσα, κἂν ἐκεῖνος ἁμάρτηι τὰ ὅμοια, πάλιν ἄλλου (οὐ φορητὴ γὰρ νέαις χηρεία), ἢ μόνη μενεῖς ἀπ' ἀνδρὸς οἷόν περ ἄζυξ.

[7] ἀλλ' ἀμελήσεις τοῦ οἴκου καὶ καταφθερεῖς τὸν ἄνδρα; ἐπωδύνου ἄρα βίου συνδιαιρήσηι τὴν βλάβην. ἀλλ' ἀμυνεῖ τὴν ἑταίραν; περιστήσεταί σε φυλαττομένη, κἂν ἀμύνηι, μάχιμός ἐστιν οὐκ ἐρυθριῶσα γυνή. ἀλλὰ καλὸν ὁσημέραι μάχεσθαι πρὸς τὸν ἄνδρα; καὶ τί πλέον; αἱ γὰρ μάχαι καὶ αἱ λοιδορίαι τὴν μὲν ἀκολασίαν οὐ παύουσι, τὴν δὲ διαφορὰν ταῖς προκοπαῖς αὔξουσι. τί δέ, βουλεύσηι τι κατ' ἐκείνου; μή, φίλη. ζηλοτυπίας κρατεῖν ἡ τραγωιδία ἐδίδαξε, δραμάτων ἔχουσα σύνταξιν, ἐν οἷς παρηνόμησε Μήδεια. ἀλλ' ὥσπερ τῆς νόσου τῶν ὀφθαλμῶν ἀπέχειν δεῖ τὰς χεῖρας, οὕτως καὶ σὺ τοῦ πάθους χώριζε τὴν προσποίησιν. διακαρτεροῦσα γὰρ θᾶττον τὸ πάθος σβέσεις.



3. Θεανὼ Καλλιστοῖ.

[1] Ταῖς νεωτέραις ὑμῖν ἡ μὲν ἐξουσία παρὰ τοῦ νόμου δέδοται τῶν οἰκετῶν ἄρχειν ἅμα τῶι γήμασθαι, ἡ δὲ διδασκαλία παρὰ τῶν πρεσβυτέρων ἀπαντᾶν ὀφείλει περὶ τῆς οἰκονομίας ἀεὶ παραινούντων. καλῶς γὰρ ἔχει πρότερον μανθάνειν ἃ μὴ γιγνώσκετε, καὶ τὴν συμβουλὴν οἰκειοτάτην τῶν πρεσβυτέρων ἡγεῖσθαι· ἐν τούτοις γὰρ παρθενοτροφεῖσθαι δεῖ νέαν ψυχήν. ἀρχὴ δέ ἐστιν οἴκου πρώτη γυναιξὶν ἀρχὴ θεραπαινῶν. ἔστι δέ, ὦ φίλη, μέγιστον ἐπὶ δουλείαι εὔνοια· αὕτη γὰρ οὐ συναγοράζεται τοῖς σώμασιν ἡ κτῆσις, ἀλλ' ἐξ ὑστέρου γεννῶσιν αὐτὴν οἱ συνετοὶ δεσπόται.

[2] δικαία δὲ χρῆσις αἰτία τούτου, ἵνα μήτε διὰ τὸν κόπον κάμνωσι, μήτε ἀδυνατῶσι διὰ τὴν ἔνδειαν· εἰσὶ γὰρ ἄνθρωποι τῆι φύσει. ἔνιαι δὲ τὸ κέρδος ἀκερδέστατον ἡγοῦνται τὴν τῶν θεραπαινῶν κακουχίαν, βαρύνουσαι μὲν τοῖς ἔργοις, ὑποστελλόμεναι δὲ τῶν ἐπιτηδείων· εἶτα ὀβολιαῖα κέρδη περιποιούμεναι μεγάλοις ζημιοῦνται τιμήμασι, δυσνοίαις καὶ ἐπιβουλαῖς κακίσταις. σοὶ δὲ πρόχειρον ἔστω τὸ μέτρημα τῶν σιτίων πρὸς τὸν ἀριθμὸν τῆς ἐριουργίας τοῖς ἐφ' ἡμέραν πόνοις.

[3] καὶ πρὸς μὲν τὴν δίαιταν οὕτως· πρὸς δὲ τὰς ἀταξίας τὸ σοὶ πρέπον, οὐ τὸ ἐκείναις συμφέρον ἐξυπηρετητέον. τιμᾶν μὲν γὰρ δεῖ θεραπαίνας τὸ κατ' ἀξίαν· τὸ μὲν γὰρ ὠμὸν οὐκ οἴσει τῶι θυμῶι χάριν, τὸ δὲ μισοπόνηρον οὐχ ἧττον ὁ λογισμὸς βραβεύει. ἐὰν δὲ ἡ ὑπερβολὴ τῆς κακίας τῶν θεραπαινῶν ἀνίκητος ἦι, ἐξοριστέον μετὰ πράσεως· τὸ γὰρ ἀλλότριον τῆς χρείας ἀλλοτριούσθω καὶ τῆς κυρίας. ἔστω δέ σοι γνώμη τοῦδε πρόεδρος, καθ' ἣν γνώσηι τὸ μὲν ἀληθὲς τῆς ἁμαρτίας πρὸς τὸ τῆς καταγνώσεως δίκαιον, τὸ δὲ τῶν ἡμαρτημένων μέγεθος πρὸς τὸ κατ' ἀξίαν τῆς κολάσεως.

[4] δεσποτικαὶ δὲ καὶ συγγνώμη καὶ χάρις ἐφ' ἡμαρτημένοις ζημίας ἀπαλλάττουσαι, οὕτω δὲ καὶ τὸ πρέπον καὶ τὸ οἰκεῖον τοῦ τρόπου διαφυλάξεις. ἔνιαι γάρ, ὦ φίλη, ὑπ' ὠμότητος καὶ μαστίζουσι τὰ τῶν θεραπαινῶν σώματα, θηριούμεναι διὰ ζῆλον ἢ θυμόν, οἷον ὑπομνηματογραφούμεναι τὴν ὑπερβολὴν τῆς πικρίας· αἱ μὲν γὰρ ἀνηλώθησαν χρόνωι διαπονούμεναι, αἱ δὲ φυγῆι τὴν σωτηρίαν ἐπορίσαντο, τινὲς δὲ ἐπαύσαντο τοῦ ζῆν αὐτόχειρι θανάτωι μεταστᾶσαι, καὶ λοιπὸν ἡ τῆς δεσποίνης μόνωσις ὀδυρομένης τὴν οἰκείαν ἀβουλίαν ἔρημον μετάνοιαν ἔχει.

[5] ἀλλ', ὦ φίλη, ἴσθι μιμουμένη τὰ ὄργανα, ἃ φωνεῖ μᾶλλον ἀνειμένα, ἐκρήττεται δὲ μᾶλλον ἐπιτεινόμενα. καὶ γὰρ ἐπὶ τῶν θεραπαινῶν ταὐτόν· ἡ μὲν ἄγαν ἄνεσις διαφωνίαν ἐμποιεῖ τῆς πειθαρχίας, ἡ δὲ ἐπίτασις τῆς ἀνάγκης διάλυσιν τῆς φύσεως. καὶ ἐπὶ τούτου δεῖ νοεῖν, μέτρον δ' ἐπὶ πᾶσιν ἄριστον. ἔρρωσο.



4. Θεανὼ Εὐκλείδηι ἰατρῶι.


Τὸ σκέλος τις ἐπεπήρωτο χθὲς καὶ ὁ καλέσων ἦλθε πρός σε (παρῆν δὲ καὶ αὐτή· τῶν συνήθων γὰρ ἦν ὁ τρωθείς), ἅμα δὲ τάχει ἀπήντησε λέγων ὡς καὶ ὁ ἰατρὸς πονήρως ἔχει καὶ ἀλγεῖ τὸ σῶμα. καὶ τὴν λύπην ἐγώ (ὄμνυμι τοὺς θεούς) ἀφεῖσα τοῦ συνήθους ἐκείνου τὸν ἰατρὸν κατὰ νοῦν εἶχον καὶ ἠντιβόλουν τὴν Πανάκειαν καὶ τὸν κλυτότοξον Ἀπόλλω, μή τι συμβαίη τῶι ἰατρῶι ἀνιαρόν. καὶ ὅμως ἀθυμοῦσα τέμνω σοι συλλαβάς, μαθεῖν ἐθέλουσα ὅπως ἔχεις, εἰ μή ποτε κεκάκωταί σοι τὸ στόμιον τῆς γαστρός, εἰ μή ποτε τὸ ἧπαρ ὑπὸ τῆς θέρμης ἠλάττωται, εἰ μή ποτε ὀργανική σοι γέγονε βλάβη. ὡς ἐγὼ πολλῶν σκελῶν καταφρονήσασα συνήθων ἀσπάσομαί σου τὴν φίλην ὑγίειαν, ὦ ἀγαθὲ ἰατρέ.



5. Θεανὼ Εὐρυδίκηι τῆι θαυμασίαι.


Τίς λύπη κατέχει τὴν σὴν ψυχήν; ἀθυμεῖς δὲ δι' οὐδὲν ἄλλο ἢ ὅτι ὧι συνοικεῖς ἐπὶ ἑταίραν ἥκει καὶ ταύτηι τὴν ἡδονὴν λαμβάνει τοῦ σώματος. ἀλλ' οὐχ οὕτω σε δεῖ ἔχειν, ὦ θαυμασία τῶν γυναικῶν [ἤδη θαυμαὶ δὲ μᾶλλον καὶ μάλα]. οὐχ ὁρᾶις γὰρ ὅτι καὶ ἀκοὴ ὅτε πλησθῆι ἡδονῆς ὀργάνου καὶ μουσικῆς μελωιδίας πληροῦται, ὅτε δὲ κόρος γένηται ταύτηι, αὐλοῦ ἐρᾶι καὶ δόνακος ἀκροᾶται ἡδέως; καίτοι ποία κοινωνία αὐλῶι καὶ χορδαῖς μουσικαῖς καὶ ἠχοῖ θαυμασίαι τῆς ὀργάνου μελιχροτάτης ποιότητος; οὕτω δὲ κἀπὶ σοῦ οἴου κἀπὶ τῆς ἑταίρας, ἧι συνοικεῖ ὁ σὸς ἀνήρ. σοῦ μὲν γὰρ σχέσει καὶ φύσει καὶ λόγωι φροντιεῖ ὁ ἀνήρ, ὅτε δέ ποτε κόρον λήψεται, κατὰ πάροδον τῆι ἑταίραι συνοικήσει. ὅτι καὶ οἷς χυμὸς φθοροποιὸς ἐναπόκειται, τῶν τροφῶν ἔρως ἐστί τις τῶν οὐκ ἀγαθῶν.



6. Θεανὼ Ῥοδόπηι φιλοσόφωι.


Ἀθυμεῖς σύ; ἀλλὰ καὶ αὐτὴ ἀθυμῶ. δυσφορεῖς ὅτι μήπω σοι <ἔπεμψα>*) τὸ Πλάτωνος βιβλίον, ὃ οὕτως ἐπιγέγραπται «Ἰδέαι ἢ Παρμενίδης»; ἀλλὰ καὶ αὐτὴ μάλιστα ἀνιῶμαι, ὅτι μήπω τις ἀπήντησε περὶ Κλέωνος ἡμῖν διαλεξόμενος. οὐ πρότερον γὰρ ἂν ἀποστείλαιμι τὸ βιβλίον, πρὶν ἂν ἀφίκηταί τις περὶ τοῦ τοιοῦδε σαφηνίσων ἀνδρός· ὡς λίαν γὰρ ἐρῶ τῆς ἐκείνου ψυχῆς, τοῦτο μὲν ὡς φιλοσόφου, τοῦτο δὲ ὡς συντόνου περὶ τὸ ἀγαθοεργεῖν, τοῦτο δὲ ὡς φοβουμένου τοὺς καταχθονίους θεούς. καὶ μὴ ἄλλως λόγον οἰηθῆις τὸ λεγόμενον· ἡμίθνητος γάρ εἰμι καὶ τὸ ἡμεροφαὲς ἄστρον τοῦτο οὐ φέρω βλέπειν ἥλιον.



7. Θεανὼ Τιμωνίδηι.

Καὶ τίς ἐμοὶ κοινωνία καὶ σοί; διὰ τί δὲ ἡμᾶς διαβάλλεις ἀεί; ἢ οὐκ οἶσθα ὅτι ἐπὶ πάντων ἡμεῖς ἐπαινοῦμέν σε, εἰ καὶ σὺ τοὐναντίον ποιεῖς; ἀλλὰ γίνωσκε πάλιν ὅτι, κἂν ἡμεῖς ἐπαινῶμεν, οὐδείς ἐστιν ὁ πιστεύων, κἂν σὺ διαβάλληις, οὐδείς ἐστιν ὁ ἀκούων, καὶ χαίρω διὰ τοῦτο, ὅτι οὕτω θεὸς ὁρᾶι καὶ δικάζει μάλιστα ἡ ἀλήθεια.

Δεν υπάρχουν σχόλια: